Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.489 Joseph. AJ 15.2 (English) >>Joseph. AJ 15.9

15.1

Σόσσιος note μὲν οὖν καὶ Ἡρώδης ὡς κατὰ κράτος ἔλαβον Ἱεροσόλυμα καὶ πρὸς τούτοις αἰχμάλωτον Ἀντίγονον, πρὸ ταύτης ἡμῖν ἐδήλωσεν βίβλος· τὰ δʼ ἐκείνῃ συνεχῆ νῦν ἐροῦμεν. 15.2ἐπειδὴ γὰρ τῆς ὅλης Ἰουδαίας ἐνεχειρίσθη τὴν ἀρχὴν Ἡρώδης, τοῦ κατὰ τὴν πόλιν πλήθους ὅσοι μὲν ἦσαν ἰδιωτεύοντες ἔτι τἀκείνου φρονοῦντες ἐν προαγωγῇ τούτους ἐποιεῖτο, τοὺς δὲ τὰ τῶν ἐναντίων ἑλομένους οὐκ ἐπέλιπε τιμωρούμενος καὶ κολάζων καθʼ ἑκάστην ἡμέραν. 15.3ἐτιμῶντο δὲ μάλιστα παρʼ αὐτῷ Πολλίων Φαρισαῖος καὶ Σαμαίας τούτου μαθητής· πολιορκουμένων γὰρ τῶν Ἱεροσολύμων οὗτοι συνεβούλευον τοῖς πολίταις δέξασθαι τὸν Ἡρώδην, ἀνθʼ ὧν καὶ τὰς ἀμοιβὰς ἀπελάμβανον. 15.4 δὲ Πολλίων οὗτος καὶ κρινομένου ποτὲ Ἡρώδου τὴν ἐπὶ θανάτῳ προεῖπεν ὀνειδίζων Ὑρκανῷ καὶ τοῖς δικάζουσιν, ὡς περισωθεὶς Ἡρώδης ἅπαντας αὐτοὺς ἐπεξελεύσεται· καὶ τοῦτο χρόνῳ προύβη τοῦ θεοῦ τοὺς λόγους αὐτοῦ τελειώσαντος. 15.5

Ἐν δὲ τῷ τότε κρατήσας τῶν Ἱεροσολύμων πάντα συνεφόρει τὸν ἐν τῇ βασιλείᾳ κόσμον ἔτι καὶ τοὺς εὐπόρους ἀφαιρούμενος, καὶ συναγαγὼν πλῆθος ἀργυρίου καὶ χρυσίου παντὶ τούτῳ τὸν Ἀντώνιον ἐδωρεῖτο καὶ τοὺς περὶ αὐτὸν φίλους. 15.6ἀπέκτεινε δὲ τεσσαρακονταπέντε τοὺς πρώτους ἐκ τῆς αἱρέσεως Ἀντιγόνου φύλακας περιστήσας ταῖς πύλαις τῶν τειχῶν, ἵνα μή τις συνεκκομισθῇ τοῖς τεθνεῶσι, καὶ τοὺς νεκροὺς ἠρεύνων, καὶ πᾶν τὸ εὑρισκόμενον ἀργύριον χρυσίον τι κειμήλιον ἀνεφέρετο τῷ βασιλεῖ,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.489 Joseph. AJ 15.2 (English) >>Joseph. AJ 15.9

Powered by PhiloLogic